Αυτή είναι η προσευχή για την νέα χρόνια
Η προσευχή της εκκλησίας για το νέο έτος
Με την έλευση της νέας χρονιάς δίνουν και παίρνουν οι ευχές για υγεία, αγάπη, ευτυχία και ευημερία.
Ωστόσο για όσους θέλουν και μια πνευματική ευχή, αυτή είναι η προσευχή της εκκλησίας για το νέο έτος.
«Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.
Δόξα σοί ο Θεός ημών, δόξα σοί.
Βασιλεύ ουράνιε, παράκλητε, το Πνεύμα της αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν, και καθάρισον ημάς από πάσης κηλίδος, και σώσον, Αγαθέ, τας ψυχάς ημών.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρεις φορές)
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τας ανομίας ημίν. Άγιε, επισκεψε και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Ψαλμός 99
Αλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ, εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. γνῶτε ὅτι Κύριος, αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς· ἡμεῖς δὲ λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ. εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις. ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ, ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.
Υψώσω σε, ὁ Θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι καὶ τὰ θαυμάσιά σου διηγήσονται. καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.
οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. δόξαν τῆς βασιλείας σου ἐροῦσι καὶ τὴν δυναστείαν σου λαλήσουσι τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. 13α πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Άξιον εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και Μητέρα του Θεού ημών.
Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.
Θεοτοκίον
Υπό την σην ευσπλαχνίαν καταφεύγομεν, Θεοτόκε, τας ημών ικεσίας, μη παρίδης εν περιστάσει, αλλ’ εκ κινδύνων λύτρωσαι ημάς, μόνη Αγνή, μόνη ευλογημένη.